Ancient Greek · ~3 min
Book 3
Hippocrates, De muliebribus 3.228
Not analysed yet
228. Ἢν αἱ μῆτραι γυναικὶ ἰσχνωθῶσι, καὶ τρηχύνηται τὸ στόμα αὐτέων καὶ ξυμμεμύκῃ, καὶ τὰ ἐπιμήνια αὐτῇ μὴ φαίνηται, μηδὲ κυΐσκηται, ἀλλὰ πυρετὸς λαμβάνῃ μαλθακὸς, καὶ ὀδύναι αὐτέῃ ἐμπίπτωσιν ἐς τὰς ἰξύας καὶ τὴν νείαιραν γαστέρα· ἡ δὲ νοῦσος αὕτη γίνεται μάλιστα, ὅταν τι τῶν ἐν αὐτῇ διαφθείρῃ· γίνεται δὲ καὶ ἐκ τόκου. Ταύτην χρὴ λούειν θερμῷ καὶ πυριῇν· ὅταν δὲ λελουμένη καὶ πεπυριημένη ᾖ, τῇ μήλῃ ἀνευρῦναι τὸ στόμα τῶν μητρέων, καὶ προστιθέσθω σμύρναν τρίψασα καὶ νετώπου τὸ ἴσον, ἢ μύρον ῥόδινον ἐν ῥάκει, καὶ μολύβδου προστίθεσθαι ποιήσαντα ὡς βάλανον καταξύοντα, καὶ καταλείφειν βοὸς χολῇ, καὶ γνώσεται ἐν τέσσαρσιν ἡμέραις τὰς ἀγόνους, καὶ πυριῇν καὶ φαρμακεύειν.