Ancient Greek
Book 3
Hippocrates, De muliebribus 3.230.1
Not analysed yet
230. Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ, τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ’ ὧν φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ, ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν ὅτι πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας χρῆσθαι, δέκα δ’ ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ· ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ ξηροτάτων· κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον, οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταῦτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος, καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ’ ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται. Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον, ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα· εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων· τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ’ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ’ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ’ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.