Ancient Greek · ~5 min
Book 3
Hippocrates, De muliebribus 3.234
Not analysed yet
234. Καθάρσιος· ὅταν μὴ γίνηται, ἤν τε ἐκ τόκου ἤν τε καὶ ἄλλως, δαῖδα ὡς πιοτάτην κόψαντα λεπτὴν ἑψεῖν ἐν οἴνῳ λευκῷ, καὶ ἀποχρῆσθαι ὡς τρισὶ κυάθοισι. Γλυκυσίδης κόκκοι τέσσαρες, κυμίνου αἰθιοπικοῦ σμικρὸν καὶ σεσέλιος πλέον, ἢ κεδρίδα· ἢν δὲ πνιγμοὶ ἔωσι, κάστορος σμικρόν. Ἢν δὲ ἐκ τόκου καθάρσιος γινομένης μετρίης ἡ γαστὴρ μένῃ, ἢ καὶ φυσᾷ ἀποκεκλεισμένη καὶ ὀδυνώδης γίνηται, ἤν τε ξὺν πυρετῷ ἤν τε ἄνευ πυρετοῦ, ὀποῦ σκαμμωνίης πέμπτον μέρος πόσιος ἢ σεσέλιος ἢ ἄλλου τινος τῶν εὐωδέων, καὶ πήγανον ἐν οἴνῳ λευκῷ. Ἢν δὲ μὴ βούληται πιεῖν, πρὸς τὴν ἕδρην ἄλειμμα ποιέειν, οἷον ἐκ χολῆς ταυρείης καὶ μέλιτος καὶ λίτρου. Ἢν δ’ ἐκ διαφθορῆς καθάρσιος ὀδυνώδης ᾖ, καὶ τῶν εὐωδέων διδομένων μηδὲν ὑπακούῃ, καὶ πυρετοῦ ἐόντος, γάλακτος αἰγείου δύο κοτύλας ἀφεψεῖν, εἶτα ψυχθέντος τὴν γρηῦν ἀφελεῖν, καὶ διηθήσας, μελικρήτου ὅσον τρίτον μέρος μῖξαι, ὅκως γλυκύτερον ἔσται· πιεῖν δὲ τρὶς νῆστιν. Ἢν δὲ μὴ παύηται ἡ ὀδύνη μηδὲ ἡ κοιλίη ὑποχωρήσῃ, ἐς τὴν δείλην ἐν σκάφῃ ἐς θερμὸν ὕδωρ ἐγκαθισάτω· ὅταν δὲ διαπυριηθῇ, ἐξαναστήσαντα κλύζειν ἐν οἴνῳ αὐστηρῷ μέλανι διεὶς καὶ ὕδατι ἅπαξ, ἐλαίου ἥμισυ τὸ ὕδωρ, χλιηρῷ κλύζειν, καὶ ἐπικοιμηθήτω.