Ancient Greek · ~2 min
3.236 to 3.237
Hippocrates, De muliebribus 3.236-237
Not analysed yet
236. Ἢν δὲ ἑλκωθέωσιν αἱ μῆτραι, ἢ τρηχυνθῇ τὸ στόμα, ἢ ὑπὸ προσθέτου τινὸς δηχθῶσιν, ἐν εἰρίῳ χρῖσαι στέαρ, καὶ ῥόδινον ἀλεῖψαι, καὶ κηροῦ μικρόν. 237. Ὅταν ἴσχουσα ἐν γαστρὶ διαφθείρῃ, τὸ δὲ ἔμβρυον μηνιαῖον, καὶ ἐκφέρειν ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος, ἔστ’ ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.