Ancient Greek · ~6 min
Book 3
Hippocrates, De muliebribus 3.248
Not analysed yet
248. Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρέμανται οἷόν περ ὄσχη, καὶ ὀδύνη λαμβάνει· τοῦτο δὲ, ὅταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε σεῖσαι τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυγκοιμᾶται ἐν τῷ λοχείῳ. Ὅταν οὕτως ἔχῃ, ψύγματα προστίθεσθαι πρὸς τὰ αἰδοῖα, καὶ τὰ ἔξωθεν ὑποκαθήρας, σίδιον ἐν οἴνῳ μέλανι οἰνώδει ἑψήσας, οὕτω περιπλύνας, εἴσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντήξας ἴσον ἑκατέρου, ἔγχει ἐς τὰ αἰδοῖα, καὶ κεῖσθαι ὑπτίην, ἄνω τὰ σκέλεα ἔχουσαν ἐκτειναμένην· κἄπειτα σπόγγον προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ἰξύων· ἔστ’ ἂν δ’ οὕτως ἔχῃ, σιτίων δέον ἀπέχεσθαι, ποτῷ τε ὡς ἐλαχίστῳ χρέεσθαι, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἰέναι· εἰ δὲ μὴ, ἄκρας περιξέσαι τὰς μήτρας καὶ ἀποπλῦναι τῇ πίτυϊ ἑφθῇ· ἔπειτα πρὸς κλίμακα δήσας τοὺς ποδας, κρούειν κατὰ τὴν κεφαλὴν, καὶ τῇ χειρὶ ἐσωθέειν· ἔπειτα ξυνδήσας τὰ σκέλεα ἐπαλλὰξ, ἐῇν ἡμέρην καὶ νύκτα ἀτρέμα· διδόναι δὲ ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον ἐγκατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐᾷν ἕλκειν πουλὺν χρόνον, καὶ ὅταν ἀφέλῃς, κατακλίνας, ἐᾷν κεῖσθαι, καὶ μὴ προσφέρειν ἄλλο μηδὲν ἢ τὸν χυλὸν, ἔστ’ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρήσθω· ἢν δὲ ἀποπατεῖν ἐθέλῃ, ἀποπατείτω ἀνακειμένη, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνίστασθαι καὶ περιέρχεσθαι ὡς ἔλάχιστα, καὶ μὴ λουέσθω, σιτίοισιν ὀλίγοισι χρήσθω, τὰ αἰδοῖα τοῖσι κακώδεσι θυμιήσθω, καὶ ἐπὴν ἄρχηται περιχωρέειν, τὴν σφενδόνην φορείτω.