# De natura muliebri 17

Hippocrates, De natura muliebri, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-natura-muliebri/17

17. Ἢν αἱ κοτυληδόνες φλέγματος περίπλεαι γένωνται, τὰ μὲν ἐπιμήνια γίνεται, καὶ ἐν γαστρὶ ἴσχει, διαφθείρει δὲ, ἐπὴν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ δύναται ἴσχειν, ἀλλ’ ἀποῤῥήγνυται. Γνοίης δὲ ὧδε· ὑγρὴ γίνεται, καὶ ἀποῤῥέει μυξῶδες καὶ γλίσχρον, καὶ οὐ δάκνει, καὶ τοῖσιν ἐμμηνίοισιν, ἐπὴν παύσηται τοῦ ῥεύματος, καὶ δύο ἡμερέων καὶ τριῶν μύξαι ἔρχονται ἀπὸ τῶν ὑστερέων. Ταύτην δεῖ κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ δὶς ἢ τρὶς μετακλύσας στρυφνοῖσι τὸ λοιπὸν προστιθέναι, ὑφ’ οὗ καθαίρεται φλέγμα, καὶ τὰ μαλθακὰ πυριῇν, καὶ κλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων, καὶ ὑποθυμιῇν ἐν τοῖσιν ἐπιμηνίοισι τοῖσιν ἀρώμασι· ἔπειτα δὲ ἀσιτέουσα καὶ ἀλουτέουσα συνευναζέσθω τῷ ἀνδρί.

---

Hippocrates, De natura muliebri, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg033.local001/.
