# De natura muliebri 94

Hippocrates, De natura muliebri, Chapter 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-natura-muliebri/94

94. Ἢν βούλῃ γυναῖκα κυῆσαι, κάθηρον αὐτὴν καὶ τὰς μήτρας· ἔπειτα δίδου τὸ ἄλητον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν, κύμινον καὶ ῥητίνην μέλιτι δεύσας ἐν ὀθονίῳ πρόσθες, καὶ ὁκόταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνευνάτω. Ἢν βούλῃ ἔγκυον ποιῆσαι γυναῖκα, καθήρας αὐτὴν καὶ τὰς μήτρας, προστιθέναι τῇσι μήτρῃσι ῥάκος καταξηράνας. ὡς λεπτότατον, καὶ μέλιτι δεύσας, καὶ βαλάνους ποιήσας, ἀποβάπτων ἐς ὀπὸν συκῆς προστιθέναι, μέχρις ἂν ἀναστομωθῇ· ἔπειτα δὲ μᾶλλον ἐσωθέειν· ἐπειδὰν δὲ ἀποῤῥυῇ τὸ ὕδωρ, διανιζομένη οἴνῳ καὶ ἐλαίῳ, συνευδέτω τῷ ἀνδρί· πινέτω δὲ καὶ, ὁκόταν μέλλῃ καθεύδειν, βλήχωνα ἐπὶ κεδρίνῳ οἴνῳ.

---

Hippocrates, De natura muliebri, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg033.local001/.
