Ancient Greek · ~14 min
Chapter 22
Hippocrates, De prisca medicina 22.1
Not analysed yet
22. Δεῖν δέ μοι δοκέει καὶ ταῦτ᾿ εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυνάμιων ἔρχεται, καὶ ὅσα ἀπὸ σχημάτων. Λέγω δὲ τί τοῦτο; Δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχῦς· σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ. Τὰ μὲν γὰρ κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενόν ἐστι συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρὰ, τὰ δὲ πυκνὰ, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα καὶ ἀραιά. Τοῦτο μὲν, ἑλκύσαι ἐφ᾿ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα, ἢ τὰ στερεά τε καὶ στρογγύλα, ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα, δύναιτ᾿ ἂν μάλιστα; Οἶμαι μέντοι τὰ τοιαῦτα ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος. Καταμανθάνειν δὲ δεῖ αὐτὰ ἔξωθεν ἐκ τῶν φανερῶν. Τοῦτο μὲν γὰρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσαις· προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα, ἔτι τε αὐλὸν προσθέμενος, ῥηϊδίως ἀνασπάσαις ἂν ὅ τι θέλοις. Τοῦτο δὲ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα. Τῶν δ᾿ ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον· κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί. Τά δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾿ἂν οὐχ ὁμοίως. Τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ᾿ ἂν ἐπισπάσαιτο οὔτ᾿ ἂν ἐπιῤῥυεῖσαν δέξαιτο· περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ᾿ ἧς μένοι. Τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιὰ, οἶον σπλὴν, πλεύμων καὶ μαζοὶ, προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη, ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα. Οὐ γὰρ ἂν ἐν σπληνὶ, ὥσπερ ἐν κοιλίῃ ἐν ἧ τὸ ὑγρὸν, ἔξω τε περιέχοι αὕτη ἡ κοιλίη καὶ ἐξαλίζοιτ᾿ ἂν καθ᾿ ἑκάστην ἡμέρην· ἀλλ᾿ ὅταν πίῃ καὶ δέξηται αὐτὸς ἐς ἑωυτὸν τὸ ὑγρὸν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη, καὶ τὰ σμικρὰ πάντα, καὶ ἀντὶ ἀραιοῦ τε καὶ μαλθακοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο, καὶ οὔτ᾿ ἐκπέσσει οὔτ᾿ ἀφίησι· ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος. Ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἐνεργάζονται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισί τε καὶ εὐρυχώροισιν, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιέειν. Ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ᾿ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ᾿ αὐτέων καὶ ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι. Ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακὰ, ἐν τοῖσι τουτέοισι νάρκαι τε καὶ πληρώματα, οἷα ἐν τοῖσιν ἀποπληγεῖσι γίνεται· ὅταν δ᾿ ἐγκύρσῃ πλατέϊ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπαίσῃ, καὶ φύσει τοῦτο τύχῃ, μήτε ἰσχυρὸν ἐὸν; ὥστε δύνασθαι ἀντέχεσθαι τῆς βίης καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιὸν, ὥστ᾿ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνὸν, οἷον ἧπαρ, διὰ μὲν. τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ. οὐχ ὑπείκει. Φῦσα δὲ ὑποδεχομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται, καὶ ὁρμᾷ μάλίστα πρὸς τὸ ἀντιπαῖον. Διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτό τὸ χωρίον· γίνονται, ἐκπυήματά τε καὶ φύματα πλεῖστα. Γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν· διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστι. Γίνονται δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα.