# De ulceribus 22

Hippocrates, De ulceribus, Section 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/de-ulceribus/22

22. περὶ πυρικαύστου· ἑψεῖν χρὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. — Ἕτερον μὴ δάκνον· ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν. — Ἄλλο· τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν. — Ἕτερον· ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας. — Ἕτερον· τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν.

---

Hippocrates, De ulceribus, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg028.local002/.
