# Epidemiarum 1.1

Hippocrates, Epidemiarum, Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.1

Ἄῤῥωστος πρῶτος. Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος, κατεκλίθη· τῇ πρώτῃ πυρετὸς ὀξύς· ἵδρωσεν· ἐς νύκτα, ἐπιπόνως. Δευτέρῃ, πάντα παρωξύνθη· ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα δι᾿ ἡσυχίης. Τρίτῃ, πρωῒ, καὶ μέχρι μέσου ἡμέρης, ἔδοξε γενέσθαι ἀπύρετος· πρὸς δείλην δὲ πυρετὸς δξὺς, μετὰ ἱδρῶτος· διψώδης· γλῶσσα ἐπεξηραίνετο· μέλανα οὔρησεν· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· πάντα παρέκρουσε. Τετάρτῃ, πάντα παρωξύνθη· οὖρα μέλανα· νύκτα εὐφορωτέρην· οὖρα εὐχρούστερα. Πέμπτῃ, περὶ μέσον ἡμέρης, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο· προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθεν· νύκτα ἐπιπόνως· ὕπνοι σμικροί· λόγοι, λῆρος· ἄκρεα πάντοθεν ψυχρὰ, καὶ οὐκ ἔτι ἐπαναθερμαινόμενα· οὔρησε μέλανα· ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην· ἄφωνος· ἴδρωσε ψυχρόν· ἄκρεα πελιδνά· περὶ δὲ μέσον ἡμέρης, ἑκταῖος ἀπέθανεν. Τουτέῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι· ἱδρῶτες ψυχροὶ διὰ τέλεος· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
