Ancient Greek
Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.
Hippocrates, Epidemiarum 1.10
Not analysed yet
Ἄῤῥωστος δέκατος. Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρχῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλαβεν· ὑποχόνδριον ἐπῆρτο μετ᾿ ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέδωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχης καὶ μέχρι τεσσαρεσκαιδεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχροα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δὲ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξεπύει, ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κατέστη.