# Epidemiarum 1.11

Hippocrates, Epidemiarum, Book 1, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.11

11. Πυρετοὶ, οἱ μὲν ξυνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. Εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι, καὶ θανατωδέσταται, ἐν τῷ ξυνεχεῖ πυρετῷ. Ἀσφαλέστατος δὲ πάντων, καὶ ῥήϊστος, καὶ μακρότατος ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἀφ᾿ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νουσημάτων μεγάλων ἄλλων ῥύεται. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νουσήματα γίγνεσθαι, καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες, καὶ ὅσοι ἄλλα μακρότερα νουσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ ἡμερινὸς μακρότερος· ἔστι δὲ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. Ἑ βδομαῖος μακρὸς, οὐ θανατώδης· ἐναταῖος μακρότερος, καὶ οὐ θανατώδης. Τριταῖος ἀκριβὴς, ταχυκρίσιμος, καὶ οὐ θανατώδης. Ὁ δέ γε πεμπταῖος, πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος, καὶ ἤδη φθινεῦσιν ἐπιγενόμενος, κτείνει. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες, καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ ξυνεχής ἐστιν οἶσιν ἀρχόμενος ἀνθέει καὶ ἀκμάζει μάλιστα, καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ᾿ οἷσιν ἄρχεται μαλακός τε καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ᾿ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει, ἅλις ἐξέλαμψεν· ἔστι δ᾿ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται, καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσιος, καὶ περὶ κρίσιν. Ξυμπίπτει δὲ ταῦτα γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ, καὶ παντὸς νουσήματος. Δεῖ δὲ τὰ διαιτήματα, σκοπεύμενον ἐκ τουτέων, προσφέρειν. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν ἐστιν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται· πρὸς ἃ δεῖ διαλογιζόμενον, δοκιμάζειν καὶ σκοπέεσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι προσαρτέον, ἢ οὒ, καὶ πότε, καὶ πόσον, καὶ τί τὸ προσφερόμενον ἔσται.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
