# Epidemiarum 1.13

Hippocrates, Epidemiarum, Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.13

Ἄῤῥωστος τρισκαιδέκατος. Γυναῖκα, ἢ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτὴν ἔχουσαν, πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονέειν ὀσφύν. Τρίτῃ πόνος τραχήλου, κεφαλῆς, κατὰ κληἳδα, χεῖρα δεξιήν· διὰ ταχέων δὲ γλῶσσα ἠφώνει· δεξιὴν χεῖρα παρελύθη μετὰ σπασμοῦ, παραπληκτικὸν τρόπον· παρελήρει πάντα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· κοιλίη ἐπεταράχθη, χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισιν. Τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη· σπασμοὶ τῶν αὐτῶν, πόνοι πάντων παρέμενον· κατὰ ὑποχόνδριον ἔπαρμα ξὺν ὀδύνῃ· οὐκ ἐκοιμᾶτο· παρέκρουσε πάντα· κοιλίη ταραχώδης· οὖρα λεπτὰ, οὐκ εὔχροα, Πέμπτῃ, πυρετὸς ὀξύς· ὑποχονδρίου πόνος· παρέκρουσε πάντα· διαχωρήματα χολώδεα· ἐς νύκτα ἵδρωσεν, ἄπυρος. Ἕκτῃ, κατενόει· πάντων ἐκουφίσθη· περὶ δὲ κληἵδα ἀριστερὴν πόνος παρέμενεν· διψώδης· οὖρα λεπτά· οὐκ ἐκοιμήθη. Ἑβδόμῃ, τρόμος· ὑπεκαρώθη· σμικρὰ παρέκρουσεν· ἀλγήματα κατὰ κληἳδα καὶ βραχίονα ἀριστερὸν παρέμενεν· τὰ δ᾿ ἄλλα διεκούφισεν· πάντα κατενόει. Τρεῖς δὲ διέλιπεν, ἄπυρος. Ἑνδεκάτῃ ὑπέστρεψεν· ἐπεῤῥίγωσεν· πῦρ ἔλαβεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος, ἐκρίθη.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
