# Epidemiarum 1.5

Hippocrates, Epidemiarum, Book 1, Chapter 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.5

5. Ὁκόσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους, ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας, σκοπέεσθαι. Πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφαλίην ὑγιείης σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτέων ὑποστροφάς· ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. Λέγειν τὰ προγενόμενα· γιγνώσκειν τὰ παρεόντα· προλέγειν τὰ ἐσόμενα· μελετᾷν ταῦτα· ἀσκέειν, περὶ τὰ νουσήματα, δύο, ὠφελέειν, ἢ μὴ βλάπτειν. Ἡ τέχνη διὰ τριῶν, τὸ νούσημα, ὁ νοσέων, καὶ ὁ ἰητρὸς· ὁ ἰητρὸς, ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νουσήματι τὸν νοσεῦντα μετὰ τοῦ ἰητροῦ χρή.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
