# Epidemiarum 1.6-2

Hippocrates, Epidemiarum, Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.6-2

Ἄῤῥωστως ἕκτος. Κλεονακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγεε δὲ κεφαλὴν ἐξ ἀρχῆς, καὶ πλευρὸν ἀριστερόν· καὶ τῶν ἄλλων πόνοι, κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες, ὁτὲ μὲν, ὁτὲ δ᾿οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. Περὶ δὲ εἰκοστὴν τετάρτην, χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, μετ᾿ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. Περὶ δὲ τριακοστὴν ἐόντι, ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγέειν ἐξ ἀμφοτέρων, καὶ ταῦτα πεπλανημένως κατ᾿ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος δὲ, οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον, οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. Περὶ δὲ τεσσαρακοστὴν ἐὼν, οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη· μετὰ δὲ, ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δὲ οὔ. Ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ, καὶ λευκὴ, καὶ λείη· ξυνέδωκε πάντα· πυρετοὶ διέλιπον· οὖρα λεπτὰ μὲν, εὔχροα δέ. Ἑβδομηκοστῇ ἄπυρος, διέλιπεν ἡμέρας δέκα. Ὀγδοηκοστῇ ἐπεῤῥίγωσε· πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσε πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη· τελείως ἐκρίθη.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
