Ancient Greek
Book 1, Chapter 8
Hippocrates, Epidemiarum 1.8.1
Not analysed yet
8. Ἐν τῇ καταστάσει ταύτῃ, κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι, καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτέων ἔθνησκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νούσημα ἐπίδημον ἦν· τὰ δ᾿ ἄλλα διετέλεον ἄνοσοι. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι, καὶ διετέλεον μέχρις ἰσημερίης διὰ τὸ θέρος. Ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσέειν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο· ὀλίγοι δέ τινες ἔθνησκον. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων, θανατώδεες ἦσαν, καὶ πλείους ἀπώλλυντο. Ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμοῤῥαγῆσαι, διὰ τουτέου μάλιστα σώζεσθαι· καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμοῤῥαγήσειεν, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα· Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνωνι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε, καὶ ἀπέθανον. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπεῤῥίγεον, καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι· ἐπεῤῥίγεον δὲ καὶ οὗτοι καὶ ἐφίδρουν. Ἔστι δ᾿ οἷσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἢ κατὰ κύστιν κάθαρσις, ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν, ἢ δαψιλὴς αἱμοῤῥαγίη· οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει· καίτοι τουτέῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε, καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο, ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τουτέων ἐγένετο, ἀπέθανεν. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι, καὶ ἀκμάζουσιν· καὶ ἔθνησκον πλεῖστοι τοιουτέων, οἷσι μὴ αἱμοῤῥαγῆσαι ἐγένετο· πρεσβυτέροισι δὲ ἐς ἰκτέρους, ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι, τῷ παρὰ Σιληνὸν κατακειμένῳ· ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος· καί τισι τῶν διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν· οἷον τοῦ Ἐράτωνος τῷ παιδὶ, καὶ Μύλλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης, ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο. Πολλοῖσι μὲν οὖν μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν· ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη, τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν, καὶ ἐς ἄκρον ἰσχίον, ἀλγήματος μετὰ κρίσιν γενομένου, καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμοῤῥαγέειν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο ἐς αἱμορῤῥαγίην ἀποστάσιες· Ἀντιφῶντι τῷ Κριτοβούλου ἐπεπαύσατο, καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Γυναῖκες δὲ ἐνόσησαν μὲν πουλλαὶ, ἐλάσσους δὲ ἢ ἄνδρες, καὶ ἔθνησκον ἥσσους· ἐδυστόκεον δὲ πλεῖσται, καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνησκον αὗται μάλιστα, οἷον Τελεβόλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. Τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο, καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ᾿ ὅτε καὶ ἐκ ῥινῶν, καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο· οἷον τῇ Δαϊθαρσέως θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον, καὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη· καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τουτέων τι καλῶς γένοιτο· ᾗσι δὲ ξυνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Οὖρα δὲ τοῖσι πλείστοισιν, εὔχροα μὲν, λεπτὰ δὲ, καὶ ὑποστάσιας ὀλίγας ἔχοντα· κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι, διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν· πολλοῖσι δὲ, τῶν ἄλλων κεκριμένων, ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, καὶ λεπτὰ, καὶ μετὰ κρίσιν, καὶ ὑποστάσιος καλῆς γενομένης, καὶ τῶν ἄλλων καλῶς κεκριμένων, ἀναμνήσομαι οἷσιν ἐγένετο, Βίωνι ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί· μετὰ δὲ, δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες· ἦρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. Περὶ δὲ ἀρκτοῦρον, ἑνδεκαταίοισι πουλλοῖσιν ἔκρινε, καὶ τουτέοισιν οὔθ᾿ αἱ κατὰ λόγον γιγνόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.