# Epidemiarum 1.8

Hippocrates, Epidemiarum, Book 1, 13. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.8

Ἄῤῥωστος ὄγδοος. Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι᾿ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ᾿ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
