# Epidemiarum 1.9.1

Hippocrates, Epidemiarum, Book 1, Chapter 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/1.9.1

9. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα, παρείποντο μὲν οἱ καῦσοι· ἀτὰρ καὶ φρενιτικοὶ πλεῖστοι τηνικαῦτα ἐγένοντο, καὶ ἔθνησκον τουτέων οἱ πλεῖστοι· ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια ξυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, ἐπεῤῥίγεον σμικρά· ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες· σμικρὰ ἐφίδρουν, περὶ μέτωπον καὶ κληἳδας, οὐδεὶς δι᾿ ὅλου· πουλλὰ παρέλεγον· φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μάλιστα δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι, καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος, καὶ ἄκρεα οὐκ ἔτι ἐθερμαίνοντο, ἀλλ᾿ ἦσαν πελιδνὰ καὶ ψυχρά· καὶ οὐδ᾿ ἐδίψων ἔτι· ἐπὶ τούτοισιν οὖρα μέλανα, ὀλίγα, λεπτά· καὶ κοιλίαι ἐφίσταντο· οὐδ᾿ ᾑμοῤῥάγησεν ἐκ ῥινῶν οὐδενὶ, οἷσι ταῦτα ξυμπίπτοι, ἀλλὰ σμικρὰ ἔσταξεν· οὐδὲ ἐς ὑποστροφὴν οὐδενὶ τουτέων ἦλθεν, ἀλλ᾿ ἑκταῖοι ἀπέθνησκον, ξὺν ἱδρῶτι. Τοῖσι δὲ φρενιτικοῖσιν οὐ ξυνέπιπτε μὲν τὰ ὑπογεγραμμένα πάντα· ἐκρίνετο δὲ τουτέοισιν, ὡς ἐπὶ τὸ πουλὺ ἑνδεκαταίοισιν· ἔστι δ᾿ οἷσι καὶ εἰκοσταίοισιν, οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νούσημα μετέπεσεν. Πλῆθος μὲν οὖν τῶν νουσημάτων ἑγένετο· ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκοχρῶτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῆ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι· καὶ γυναῖκες πλεῖσται ἐκ τουτέου τοῦ εἴδεος ἀπέθνησκον. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσώζοντο· οἷσι γὰρ ἦν ἢ διὰ ῥινῶν αἱμοῤῥαγῆσαι, ἢ κατὰ κύστιν οὖρα πουλλὰ, καὶ πουλλὴν ὑπόστασιν καὶ καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα, χολώδεα, ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο· πολλοῖσι δὲ ξυνέπιπτε μὴ ἐφ᾿ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι, καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως· διεσώζοντο δὲ πάντες, οἷσι ταῦτα ξυνεμπίπτοι. Γυναιξὶ δὲ καὶ παρθένοισι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα· ᾗσι δὲ ἢ τουτέων τι καλῶς γένοιτο, ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανεία, διὰ τουτέων ἐσώζοντο, καὶ ἔκρινε, καὶ οὐδεμίην οἶδα ἀπολομένην, ᾗσι τουτέων τι καλῶς γένοιτο· Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν. Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα μὴ ὀλεθρίως ἔχωσιν· ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν, οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει. Τὰ παρὰ τὰ ὦτα ἐν πυρ ετοῖσιν ἐπαιρόμενα μετ᾿ ὀδύνης, ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο, οὔτε ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων, ἢ δυσεντερίη, ἢ παχέων οὔρων ὑπόστασις γενομένη, ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. Τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγιγνώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφεοὶ, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοί· τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἕκτῃ· τῷ δὲ νεωτέρῳ, ἑβδόμῃ· ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην, καὶ διέλιπεν ἡμέρας πέντε· ἐκ δὲ τῆς ὑποστροφῆς, ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ ξύμπαν ἑπτακαιδεκαταίοισιν. Ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων, ἔκρινε πεμπταίοισιν. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστρὸφῆς, ἔκρινεν τρίτῃ. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διαλιπόντας τρεῖς, ἔκρινεν ἑβδόμῃ. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διαλιπόντας ἓξ, ἐλάμβανε τρισίν· διέλιπε μίαν, μίαν ἐλάμβανεν, ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαϊθάρσεος. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων, ἐν τῇ καταστάσει ταύτῃ, τούτῳ τῷ τρόπῳ διενόσησαν· καὶ οὐδένα οἶδα τῶν περιγενομένων ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι· καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο· οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. Ἔθνησκον δὲ ἐν τοῖσι νουσήμασι τούτοισιν οἱ πλεῖστοι, ἑκταῖοι, οἷον Ἐπαμινώνδας, καὶ Σιληνὸς, καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι, καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾿ ἐπὶ κύστιν ἐτράπετο· Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλείῳ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ, ἐξεπύησεν, ἀπέθανον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι, Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς, καὶ μέχρις ἰσημερίης, παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ ἔθνησκον πολλοί. Αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἐκρίνετο τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλιπε τέσσαρας, ὑπέστρεψεν· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε πεμπταίοισι, τὸ ξύμπαν τεσσαρεσκαιδεκαταίοισιν· ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. Ἔστι δ᾿ οἷσιν ἔκρινεν ἑνδεκαταίοισιν· ὑποστροφὴ τεσσαρεσκαιδεκάτῃ· ἔκρινε τελείως εἰκοστῇ· εἰ δέ τινες ἐπεῤῥίγεον περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοστῇ. Ἐπεῤῥίγεον δ᾿ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ᾿ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ὲν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. Ἐπεῤῥίγεον δ᾿ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πουλὺ πλεῖστοι· αἱ δ᾿ αἱμοῤῥαγίαι ὑπέληγον.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
