Ancient Greek
2.1.11 to 2.1.12
Hippocrates, Epidemiarum 2.1.11-12
Not analysed yet
11. Τὰς ἀφορμὰς, ὁπόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ. Σημεῖον δὲ, ἐφ᾿ οἷσιν ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες. Τὰ γενόμενα ἕλκεα, κρίνοντα πυρετοὺς, καὶ φύματα· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται ὑποστροφαὶ καὶ τάχισται. 12. Τὰ ὠμὰ διαχωρήματα καὶ ὑγρὰ κέγχρος στερεὸς ἐν ἐλαίῳ ἑφθὸς ἵστησιν, οἷον τὸ ναυτοπαίδιον, καὶ ἡ μυριοχαύνη.