# Epidemiarum 2.2.ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.-2.2.5

Hippocrates, Epidemiarum, 2.2.ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. to 2.2.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/2.2.%CE%A4%CE%9C%CE%97%CE%9C%CE%91%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%9D.

1. Γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν καθίστατο· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα, καὶ μονοσιτίη ἤρκεσε, καὶ οὐκ ἀνήμεεν, οἷα τὰ Χαρίωνος. 2. Αἱ μεταβολαὶ ὠφελέουσιν, ἢν μὴ ἐς πονηρὰ μεταβάλλῃ, οἷον ἀπὸ φαρμάκων ἐμέουσι πυρετῶν ἕνεκα· αἱ ἐς ἀκρητέστερα τελευταὶ σῆψιν σημαίνουσιν, οἷον Δεξίππῳ. 3. Ἡ Σεράπις ἐξ ὑγρῆς κοιλίης ᾤδησεν· κνησμοὶ δ᾿ οὖκ οἶδα ποσταίῃ, οὐ πρόσω· ἔσχε δέ τι καὶ ἀπόστημα ἐν κενεῶνι, ὅπερ μελανθὲν ἀπέκτεινεν. 4. Καὶ ἡ Στομάργεω ἐκ ταραχῆς ὀλιγημέρου πολλὰ νοσήσασα, καὶ μετὰ στάσιν παιδίου θήλεος ἀπὸ φθορῆς τετραμήνου ὑγιήνασα, ᾤδησεν. 5. Μόσχῳ λιθιῶντι ἰσχυρῶς, ἐπὶ τῷ βλεφάρῳ τῷ ἄνω κριθὴ ἐγένετο πρὸς τοῦ ὠτὸς μᾶλλον, ἔπειτα ἐξηλκώθη ἔσω· πέμπτῃ καὶ ἕκτῃ ἔσωθεν πῦον ἐῤῥάγη· τὰ κάτωθεν ἔλυσεν· βουβὼν παρ᾿ οὖς ἦν, καὶ κάτω ἐπὶ τῷ τραχήλῳ κατ᾿ ἴξιν τοῦ ἄνω βουβῶνος.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
