Ancient Greek
2.2.19 to 2.2.21
Hippocrates, Epidemiarum 2.2.19-21
Not analysed yet
19. Ἡ Ἀντιγένεος, ἡ τῶν περὶ Νικόμαχον, ἔτεκε παιδίον, σαρκῶδες μὲν, ἔχον δὲ τὰ μέγιστα διακεκριμένα, μέγεθος δὲ ὡς τετραδάκτυλον, ἀνόστεον, ὕστερον δὲ παχὺ καὶ στρογγύλον· αὕτη δὲ ἀσθματώδης ἐγένετο πρὸ τοῦ τόκου· ἔπειτα ἅμα τῷ τόκῳ πῦον ἀνήμεσεν ὀλίγον, οἷον ἐκ δοθιῆνος. 20. Θυγατέρας τεκούσης διδύμους καὶ δυστοκησάσης καὶ οὐ πάνυ καθαρθείσης, ἐξῴδησεν ὅλη· ἔπειτα ἡ γαστὴρ μεγάλη ἐγένετο, τὰ δ᾿ ἄλλα ἐταπεινώθη· καὶ ἐρυθρὰ ᾔει μέχρι τοῦ ἕκτου μηνὸς, ἔπειτα λευκὰ κάρτα πάντα ἤδη τὸν χρόνον· πρὸς δὲ τἀφροδίσια οἱ ῥόοι ἔβλαπτον, καὶ οἱ ἄκρητα ἐρυθρὰ ἱκνευμένως ᾔει. 21. Τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη γενομένη, πρόσθεν μηδέποτε γενομένη, σημεῖον χρηστὸν, οἷον Δημαινέτῃ ἐγένετο· ἴσως δ᾿ ἐστὶ καὶ τεχνήσασθαι· καὶ γὰρ αἱ ταραχαὶ αἱ τοιαῦται ἀλλοιοῦσιν· ἴσως δὲ καὶ ὀξυρεγμίαι λειεντερίην λύουσιν.