Ancient Greek
2.2.7 to 2.2.17
Hippocrates, Epidemiarum 2.2.7-17
Not analysed yet
7. Ὁ παρ᾿ Ἀλκιβιάδεω ἐλθὼν, ἐκ πυρετῶν ὀλίγων πρὸ κρίσιος ὄρχις ἀριστερὸς ᾤδησεν· ἦν δὲ σπλῆνα μέγαν ἔχων· καὶ δὴ τότε ἐκρίθη ὁ πυρετὸς, εἰκοσταῖος· κἄπειτα ὑπεχλιαίνετο ἄλλοτε καὶ ἄλλοτε, καὶ ἔπτυεν ὑπάνθηρον. 8. ᾟ ἡ χεὶρ ἡ δεξιὴ, σκέλος δὲ ἀριστερὸν ἐκ τῶν βηχωδέων, βραχὺ οὐκ ἄξιον λόγου βηξάσῃ, παρελύθη παραπληγικῶς, ἄλλο δὲ οὐδὲν ἠλλοιώθη, οὔτε πρόσωπον, οὔτε γνώμην, οὐ μὴν ἰσχυρῶς ταῦτα· ἐπὶ τὸ βέλτιον ἤρξατο χωρέειν περὶ εἰκοστὴν ἡμέρην· σχεδὸν ἐγένετό οἱ περὶ γυναικείων κατάῤῥηξιν, καὶ ἴσως τότε πρῶτα γινόμενα, παρθένος γὰρ ἦν. 9. Ἀπήμαντος καὶ ὁ τοῦ τέκτονος πατὴρ τοῦ τὴν κεφαλὴν κατεαγέντος καὶ Νικόστρατος οὐκ ἐξέβησσον· ἦν δὲ ἑτέρωθι κατὰ νεφροὺς ἀλγήματα· ἐρωτήματα· ἤρεον γὰρ αὐτοὺς ἀεὶ πληροῦσθαι ποτοῦ καὶ σίτου. 10. Ὀδύνας τὰς ἰσχυροτάτας, ὅτῳ τρόπῳ διαγνοίη ἄν τις ἰδών· ὁ φόβος, αἱ εὐφορίαι, αἱ ἐμπειρίαι, καὶ αἱ δειλίαι. 11. Ὕδωρ τὸ ταχέως θερμαινόμενον, καὶ ταχέως ψυχόμενον, αἰεὶ κουφότερον. Τὰ βρώματα καὶ τὰ πόματα πείρης δεῖ, εἰ ἐπὶ τὸ ἴσον μένει. 12. Ῥητέον, ὅτι, αἵματος ῥυέντος, ἐκχλοιοῦνται, καὶ ὅσα ἄλλα τοιαῦτα, ὅτι πρὸς τὸ ὑγραίνειν, καὶ ξηραίνειν, καὶ θερμαίνειν, καὶ ψύχειν, πολλὰ ἄν τις τοιαῦτα εὕροι. 13. Τὸ ἑξηκονθήμερον ἀπόφθαρμα ἄρσεν τόκων ἐν ἐπισχέσεσιν, ὑγιηρόν. 14. Ἡρακλεῖ ὤδει ἐπὶ τοῦ κακοῦ ὀγδοαίῳ 15. Δυσεντεριώδης μᾶλλον, ὅστις ἄρα καὶ τεινεσμώδης. 16. Θηλάζουσα εἶτα ἐκθύματα ἀνὰ τὸ σῶμα πάντη εἶχεν, ἐπεὶ ἐπαύσατο θηλάζουσα, κατέστη θέρεος. 17. Τῇ τοῦ σκυτέως, ὃς τὰ σκύτινα ἐποίησε, τεκούσῃ καὶ ἀπολυθείσῃ τελέως, ἐδόκει τοῦ μὲν χορίου τι τὸ ὑμενοειδὲς ἀπέχειν, ἀπῆλθε τεταρταίῃ κακῶς· στραγγουριώδης γὰρ ἐγένετο· αὐτίκα συλλαμβάνουσα ἔτεκεν ἄρσεν· πολλὰ δὲ ἔτεα ἤδη εἶχε, τὰ ὕστατα οὐδ᾿ ἐπιμήνια ᾔει· ὅτε δὲ τέκοι, διέλειπεν ἐπ᾿ ὀλίγον ἡ στραγγουρίη.