# Epidemiarum 2.3.12-16

Hippocrates, Epidemiarum, 2.3.12 to 2.3.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/2.3.12

12. Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ᾿ ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι. 13. Τὸ τῆς Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου· ὑπόψυχρος φανερῶς δοκέουσα· ἔφοδος ἐπὶ πᾶν τὸ σῶμα καὶ ἱδρώς· ἐκρίθη ταύτῃ· καὶ μετὰ ταῦτα γυναικεῖα πλείω πλήθει καὶ χρόνῳ, τότε γὰρ ἐπεῖχεν· μὴ ἑστάναι ἔδοξεν ἀπόστασις. 14. Ἐν τῇσι φλυζούσῃσιν αἱμοῤῥαγίῃσι σχῆμα εὑρητέον, καὶ τὸ ξύμπαν εἰ ἐκ τοῦ πάνυ κατάντεος ἄναντες ποιοῖτο. Διὸ καὶ αἱ ἀποδέσιες αἱ ἐν τῇσι φλεβοτομίῃσιν ὁρμῶσιν, αἱ δὲ ἰσχυραὶ κωλύουσιν αἷμα. 15. Τὸ ἔναιμον καὶ τὸ ὑπόχολον, ὀξυρεγμιῶδες· ἴσως δὲ ἐς μέλαιναν τούτοισι τελευτᾷν. 16. Ῥίγη ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον, ἢ τὰ ἔξωθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν· δηλοῖ δὲ ἡ θρὶξ τῶν ζώων.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
