# Epidemiarum 3.1

Hippocrates, Epidemiarum, Book 3, ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. Ι. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/3.1

Ἄῤῥωστος πρῶτος. Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ, πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέπονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ϠΠΟΥΜΥ.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
