Ancient Greek
Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.
Hippocrates, Epidemiarum 3.12-3
Not analysed yet
Ἄῤῥωστος δωδέκατος. Ἐν Λαρίσσῃ παρθένον πυρετὸς ἔλαβε, καυσώδης, ὀξύςἄγρυπνος· διψώδης· γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχροα μὲν, λεπτὰ δέ. Δευτέρῃ, ἐπιπόνως· οὐχ ὕπνωσεν. Τρίτῃ, πουλλὰ διῆλθεν ἀπὸ κοιλίης, ὑδατόχλοα, καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. Τετάρτῃ, οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο· παρέκρουσεν ἐς νύκτα. Ἕκτῃ, διὰ ῥινῶν λαῦρον ἐῤῥύη πουλύ· φρίξασα, ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη. Ἐν δὲ τοῖσι πυρετοῖσι, καὶ ἥδη κεκριμένων, γυναικεῖα κατέβη τότε πρῶτον· παρθένος γὰρ ἦν. Ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης· ἔρευθος προσώπου· ὀμμάτων ὀδύνη· καρηβαρική. Ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ἐκρίθη. Οἱ πόνοι ἐν ἀρτίῃσιν.