Ancient Greek
Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.
Hippocrates, Epidemiarum 3.15-2
Not analysed yet
Ἄῤῥωστος πεντεκαιδέκατος. Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν. Ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος αἰεί· σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει· δάκρυα, καὶ πάλιν γέλως· οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμοὶ, οὐδὲν διῄει· σμικρὰ, ὑπομιμνησκόντων, ἔπινεν· οὖρα λεπτὰ, σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. Ἐνάτῃ, πολλὰ παρέλεγε, καὶ πάλιν ἱδρύνθη· σιγῶσα. Τεσσαρεσκαιδεκάτῃ, πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. Ἑπτακαιδεκάτῃ, ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα· ἔπειτα αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ ξυνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. Εἰκοστῇ, λόγοι πουλλοὶ, καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. Εἰκοστῇ πρώτῃ, ἀπέθανεν. Ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πουλλοὶ, ἢ σιγῶσα διὰ τέλεος. Φρενῖτις.