# Epidemiarum 3.16-2

Hippocrates, Epidemiarum, Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/3.16-2

Ἄῤῥωστος ἑκκαιδέκατος. Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ ποτῶν καὶ ἀφροδισίων πολλῶν πουλὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν, καὶ ἄγρυπνος, καὶ ἄδιψος. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε ξὺν περιῤῥόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, ἄχροα· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς, διὰ τέλεος ξυνεχής· οὔρησεν ἐλαιῶδες. Δεκάτῃ, παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ ἥσυχος· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ, λεπτὰ, ἢ χολώδεα, λιπαρά. Τεσσαρεσκαιδεκάτῃ, πάντα παρωξύνθη· παρεκρούσθη, πολλὰ παρέλεγεν. Εἰκοστῇ, ἐξεμάνη· βληστρισμός· οὐδὲν οὔρει· σμικρὰ ποτὰ κατείχετο. Τῇ εἰκοστῇ τετάρτῃ, ἀπέθανεν. Φρενῖτις.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
