# Epidemiarum 3.6

Hippocrates, Epidemiarum, Book 3, ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. Ι. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/3.6

Ἄῤῥωστος ἕκτος. Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. Ἦν δὲ ἄδιψος διατελέως· γεύματα οὐ προσεδέχετο. Ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, οὐκ εὔχροα. Ἀρχομένου δὲ τοῦ πυρετοῦ, περὶ ἕδρην ἐπόνεεν. Ἑκταίη δὲ ἐοῦσα, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκρίθη· τὸ δὲ περὶ τὴν ἕδρην, σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. Μετὰ δὲ κρίσιν, ἑβδομαίη ἐοῦσα, ἐῤῥίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. Μετὰ δὲ κρίσιν ὀγδοαίη ἐοῦσα, ἐῤῥίγωσεν οὐ πολλά· ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. Περὶ δεκάτην, μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον, παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος, ταῦτα παθεῖν. Διαλιποῦσα δὲ δωδεκάτῃ, πάλιν πουλλὰ παρελήρει· κοιλίη ἐταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσιν· πυκνὰ ἀνίστατο. Ἀφ᾿ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. Αὕτη, ἀρχομένου τοῦ νουσήματος, ἤλγεε φάρυγγα, καὶ διατέλεος ἔρευθος εἶχεν· γαργαρεὼν ἀνεσπασμένος· ῥεύματα πουλλὰ, σμικρὰ, δριμέα· ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ᾿ ἐπεθύμησεν οὐδενός· ἄδιψος, οὐδ᾿ ἔπινεν οὐδὲν ἄξιον λόγου· σιγῶσα, οὐδὲν διελέγετο· δυσθυμίη· ἀνελπίστως ἑωυτῆς εἶχεν. Ἦν δέ τι καὶ ξυγγενικὸν, φθινῶδες.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
