Ancient Greek
Book 3, ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. Ι. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.
Hippocrates, Epidemiarum 3.7
Not analysed yet
Ἄῤῥωστος ἕβδομος. Ἡ κυναγχικὴ, ἡ παρὰ τὰ Ἀριστιῶνος, ᾗ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή· γλῶσσα ἐρυθρή· ἐπεξηράνθη. Τῇ πρώτῃ, φρικώδης· ἐπεθερμάνθη. Τρίτῃ, ῥῖγος· πυρετὸς ὀξύς· οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ στήθεος ἐξ ἀμφοτέρων· ἄκρεα ψυχρὰ, πελιδνά· πνεῦμα μετέωρον· ποτὸν διὰ ῥινῶν ἐχεῖτο· καταπίνειν οὐκ ἠδύνατο· διαχωρήματα καὶ οὖρα ἐπέστη. Τετάτρτῃ, πάντα παρωξύνθη. Πέμπτῃ, ἀπέθανε, κυναγχική. ϠΔΕΕΘ.