# Epidemiarum 3.8

Hippocrates, Epidemiarum, Book 3, ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ. Ι. ΤΜΗΜΑ ΠΡΩΤΟΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/3.8

Ἄῤῥωστος ὅγδοος. Τὸ μειράκιον, ὂ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων, καὶ πόνων, καὶ δρόμων παρὰ τὸ ἔθος. Τῇ πρώτῃ, κοιλίη ταραχώδης, χολώδεσι, λεπτοῖσι, πολλοῖσιν· οὖρα λεπτὰ, ὑπομέλανα· οὐχ ὕπνωσεν· διψώδης. Δευτέρῃ, πάντα παρωξύνθη· διαχωρήματα πλείω, ἀκαιρότερα· οὐχ ὕπνωσεν· τὰ τῆς γνώμης ταραχώδεα· σμικρὰ ὑφίδρωσεν. Τρίτῃ, δυσφόρως· διψώδης· ἀσώδης· πουλὺς βληστρισμός· ἀπορίη· παρέκρουσεν· ἄκρεα πελιδνὰ, καὶ ψυχρά· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. Τετάρτῃ, οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. Ἑβδόμῃ, ἀπέθανεν. Ἡλικίην περὶ ἔτεα εἴκοσιν. ϠΞΖΘ. Ὀξύ.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
