Ancient Greek
3.9 to 3.10
Hippocrates, Epidemiarum 3.9-10
Not analysed yet
Ἄῤῥωστος ἔνατος. Ἡ παρὰ Τισαμένου γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πόνοι περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι· στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο· ἀπέθανεν. Ἄῤῥωστος δέκατος. Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἀσώδης· ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσιν. Δευτέρῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἀπὸ κοιλίης πουλλά· οὐχ ὕπνωσεν. Τρίτῃ, μείζους οἱ πόνοι. Τετάρτῃ, παρέκρουσεν. Ἑβδόμῃ, ἀπέθανεν. Κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα, λεπτά. Καῦσος.