# Epidemiarum 3.9-3

Hippocrates, Epidemiarum, Book 3, 17. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/3.9-3

Ἄῤῥωστος ἔνατος. Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιτόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη· ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. Πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ᾿ ἀρχὰς πολλῶν χολωδέων· διψώδης· πολλὴ δυσφορίη· οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μὲν, ὁτὲ δ᾿ οὔ· νύκτα ἐπιπόνως· πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, κώφωσις· οἱ πυρετοὶ ἐξέτεινον· οὖρα διὰ τῶν αὐτῶν. Εἰκοστῇ, πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. Τεσσαρακοστῇ, διὰ ῥινῶν ᾑμοῤῥάγησε πουλὺ, καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δέ· οἱ πυρετοὶ ξυνέδωκαν· ᾑμοῤῥάγει τὰς ἑπομένας, πυκνὰ καὶ κατ᾿ ὀλίγον. Περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο· ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ, καὶ οἱ πυρετοὶ ἐπέτεινον. Οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, πόνοι τῶν κάτω πάντων· ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πουλλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. Ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. Περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου· τῶν δὲ ἄλλων ῥᾳστώνη. Τὸ δὲ ξύνολον, οἵ τε πυρετοὶ ἐξέλιπον, καὶ ἡ κώφωσις ἐπαύσατο. Ἐν ἑκατοστῇ εἰκοστῇ, τελέως ἐκρίθη. Καῦσος. ϠΧΔΡΚΥ.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
