Ancient Greek
4.17 to 4.18
Hippocrates, Epidemiarum 4.17-18
Not analysed yet
17. Μειράκιον ξένον, τρίτῃ αἷμα ἐκ ῥινῶν πουλὺ, καὶ τετάρτῃ, καὶ πέμπτῃ· ἕκτῃ ἵστατο. Κοσμίως παρέκρουσεν ἑβδομαῖος· γαστὴρ ἑστήκει· κωματώδης ἦν· ὑποστροφὴ τριταίῳ ἐξέλιπε γαστὴρ ἀντεχομένη· οὖρον οὐκ οἶδα· περὶ κρίσιν, οἷον ἔδει. 18. Περὶ δὲ πληϊάδων δύσιας νότια καὶ ὑέτια ἦν. Μειράκιον, μυξώδεα, ὑπόχολα, πέπονα, γλίσχρα, συχνὰ διαχωρήματα· πῦρ ξυνεχές· γλῶσσα ξηρή. Ἐκρίθη ἑκταῖος· ἑβδομαῖον αὖθις ἔλαβεν· ἀφῆκεν αὐθημερὸν τρόμῳ· ὠτὸς ῥεῦμα κατ᾿ ἀριστερὸν, γλίσχρον, παχὺ, ἕκτῃ.