Ancient Greek
4.21 to 4.22
Hippocrates, Epidemiarum 4.21-22
Not analysed yet
21. Ἡλίου χειμερινέων τροπέων, ἄστρον οὐ σμικρόν· πέμπτῃ δ᾿ ὕστερον καὶ ἕκτῃ σεισμός. Ὅτ᾿ ἐν Περίνθῳ ἦμεν, ἡ ἀσθματώδης, ἡ Ἀντιγένεος, ἡ οὐκ εἰδυῖα εἰ ἔχοι, ἐρυθρὰ ἐπιφαινόμενα ἄλλοτε καὶ ἄλλοτε· γαστὴρ σμικρὴ, ἄλλοτε μεγάλη, οἷον, βήσσουσα γὰρ ἐτύγχανεν, ὁδοιπορῆσαι θᾶσσον· μὴν ἦν ὄγδοος· ἱδρύθη προπυρεταίνουσα. 22. Ἡ δὲ τοῦ Ἀπημάντου ἀδελφεοῦ γυνὴ ἀπέφθειρεν ἑξήκονθ᾿ ἡμερῶν, ὡς ἔφη, ἑβδομαίη θῆλυ· περὶ δὲ ἐνάτην ἐθορυβήθη· μετὰ δὲ κρίσιν, τὰ δεξιὰ ἤλγει, ὡς ἂν ἀπὸ ὑποστροφῆς· αὐτὴ εἶχε ταχέως, καὶ ἀπέφθειρεν. Ἑτέρη λευκοῖς θυγατέρα ἔτεκεν· ἑτέρη ἐρυθροῖς, ὡς ἔδει.