Ancient Greek
4.3 to 4.6
Hippocrates, Epidemiarum 4.3-6
Not analysed yet
3. Περὶ ἰσημερίην ὁ Χαλκηδόνιος, ἀπὸ πυλέων μετακομισθεὶς παρ᾿ ἀγορὴν, ῥήγματος περὶ μαζὸν δεξιὸν ὀδυνώμενος, ἔπτυεν ἄλλοτε καὶ ἄλλοτε ὑπόχλωρον· γαστὴρ, χαριέντως· ἱδρὼς, ἀρξάμενος ἑβδόμῃ, εἶχε τὰ πολλὰ ἄχρις ὀγδόης· ἐκρίθη τεσσαρεσκαιδεκάτῃ· περὶ δὲ τεσσαρακοστὴν ἤρθη περὶ τὰ ὦτά οἱ ἀμφότερα· οὐκ ἀπεοικὸς ἐδόκει ἔμπυος ἔσεσθαι, οὐκ ἐγένετο. 4. Στῆθος Ἀριστοδήμῳ ἐκαύθη. Τῷ Φιλίδος ὁμοίως ἀπέβη, ἐκ πτώματος καὶ τούτῳ· προϋπῆρχε δὲ ὀδύνη τις ἀνωτέρω. 5. Μετ᾿ ἰσημερίας φθινοπωρινὰς, ὑποστροφαὶ, καὶ ἄλλως μέχρι τροπέων χειμερινῶν. 6. Μεθ᾿ ἡλίου τοῦ θερινοῦ ἡ Ἀχελώου ἑκταίη ἀπέφθειρεν, ἐμετώδης ἐοῦσα καὶ φρικώδης· καὶ ἱδρῶτες· κρίσις, τεσσαρεσκαιδεκάτῃ· ὁποσάμηνον οὐκ οἶδα· ἄρσεν δὲ καὶ ἄλλο πρὸς τὰς εἴκοσιν ἔφη, εἰ ἀληθέα, οὐκ οἶδα.