Ancient Greek
4.32 to 4.34
Hippocrates, Epidemiarum 4.32-34
Not analysed yet
32. Ἀσθματώδει οἰκέτιδι, ἔνθα τὴν στλεγγίδα, ᾑμοῤῥάγησεν ἐν τοῖσιν ἐπιμηνίοισιν· ἐγένετο δὲ ἄσθματα, ἐκεῖνα ἐπαύσατο· πυρετὸς ἐγένετο· μαζὸς ἐνεπύησεν ἀριστερὸς ὕπερθεν, καὶ ἀπ᾿ ἀρχῆς καὶ οὖς. 33. Τῇ Ὀλυμπιοδώρου παιδίσκῃ, αἷμα ἐκ τοῦ δεξιοῦ, καὶ ἐκρίθη ὡς εἰκοσταίη, οἷα καὶ τοῖσι πυρεταίνουσι, καὶ διαχωρήσιες οἷαι καὶ τοῦ θέρεος ἐπεδήμησαν, καὶ οἷα ἡ Ἱππώνακτος, καὶ οἷα ἡ οἰκέτις ἡ Ἀριστείδου ὀγδόῃ. 34. Ἐν τῇσι τῶν φαρμάκων καθάρσεσι κάτω, σημεῖα, οἷα εὐφόρως φέρουσι, κἂν μὴ παρὰ λόγον γυιῶνται, καὶ μήτε ἔπαφρα, μήτε ὕφαιμα, ἀλλ᾿ οἷα ὠά ἐστιν, οἷα Ἡρακλείδεω, ἐκαθάρθη πολλὰ, καὶ ῥηϊδίως ἔφερεν.