Ancient Greek
4.39 to 4.40
Hippocrates, Epidemiarum 4.39-40
Not analysed yet
39. Ἡ Μίνωος, ᾗ, ἐκ τομῆς πιεσάντων, ἐσφακελίσθη, καθισταμένου ἐς πλεύμονα, ἐπεσήμαινε βραχέως, ὅσῃσι περιῆν, καὶ ἄλλ᾿ ὅ τι ἐς ἔνδον. 40. Τὰ ἐντεθέντα ἐς τὴν ῥῖνα, ἢν πυρετήνωσιν, ἢν μὲν λυθῇ ἡ ὀδύνη, παχέα κατὰ τὸν μυκτῆρα ῥεῖ· ἢν δὲ μήτε ὀδύνη, μήτε πυρετὸς, λεπτὰ καὶ ἴσως πυρώδεα, οἷον τὸ μὲν λεπτὸν Ἡγησίππῳ ἐς νύκτα προσθεμένῳ, τὸ δὲ παχὺ τῷ ἐν Κορίνθῳ εὐνούχῳ· εἰ δεῖ, τὸ σκαλεύειν· πέπερι.