Ancient Greek
4.53 to 4.54
Hippocrates, Epidemiarum 4.53-54
Not analysed yet
53. Πρὸς ὃν Κυνίσκος εἰσήγαγέ με, ἑβδόμῃ παρωξύνθη, περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐκρίθη· ἐμωλύνθη· καθαρὸς φάρυγγα, ὀλίγα, πλατέα, πέπονα ἀναπτύσας· ἐκ ῥινῶν μικρὸν ἔσταξεν· ἐκαρηβάρει· χειρῶν καὶ σκελέων κατάλυσις· κοιλίη λυθεῖσα ὤνησεν· πόδες αἰεὶ θερμοί· ὕπνοι ἦσάν οἱ, καὶ παρ᾿ οὖς οὐ γενέσθαι, ὅτι πέπονα ἔπτυσεν. 54. Ἡ Δημαράτου γυνὴ, πόδες καὶ ἐν τῇσι φρίκῃσι θερμοί· εἴτε ἐς τὸ ἔμπυον ἢ μὴ, ἀπολεῖται.