# Epidemiarum 5.11

Hippocrates, Epidemiarum, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/5.11

11. Ἐν Λαρίσσῃ, γυναικὶ Γοργίου τὰ ἐπιμήνια τεσσάρων ἐτέων ἴσχετο, πλὴν ὀλίγων πάνυ· ἐν δὲ τῇ μήτρῃ, ἐφ᾿ ὁκότερα ἂν κλιθῇ, σφυγμὸν παρεῖχε καὶ βάρος. Αὕτη ἡ γυνὴ ἐκύησε, καὶ ἐπεκύησε, καὶ ἀπελύθη τὸ παιδίον ἐνάτῳ μηνὶ, ζῶον, θῆλυ, ἕλκος ἔχον ἐν τῷ ἰσχίῳ· καὶ τὰ ὕστερα ἑπόμενα, καὶ αἵματος ῥεῦμα πουλὺ πάνυ ἐπεγένετο καὶ τῇ ὑστεραίῃ καὶ τῇ τρίτῃ καὶ τῇ τετάρτῃ, καὶ θρόμβοι πεπηγότες, καὶ πυρετὸς εἶχε μέχρις ἡμερέων δέκα τῶν πρώτων· καὶ ὑπεχώρεε τὸ λοιπὸν αὐτῇ αἷμα ἐρυθρόν· καὶ ᾤδεε τὸ πρόσωπον ἰσχυρῶς, καὶ τὰς κνήμας, καὶ τὼ πόδε, καὶ τὸν ἕτερον μηρόν· καὶ σιτία οὐ προσίετο· δίψος δὲ εἶχεν ἰσχυρόν· καὶ τὸ ψυχρότατον ὕδωρ ξυνέφερεν, οἶνος δὲ οὐδαμῶς· ἡ δὲ γαστὴρ μετὰ τὸ πρῶτον παιδίον ὀλίγῳ μέν τινι ἐλαπάχθη, πάνυ δὲ οὐ ξυνέπεσεν, ἀλλὰ σκληροτέρη ἦν, ὀδύνη δὲ οὐ προσῆν. Τεσσαρακοστῇ δὲ ἡμέρῃ ἀπὸ τῆς πρώτης, ἐξέπεσε τὸ ἐπικύημα, σάρξ· καὶ ἡ γαστὴρ ξυνέπεσε, καὶ τὰ οἰδήματα πάντα, καὶ τὸ ῥεῦμα τὸ λεπτὸν, καὶ τὸ αἷμα τὸ ὄζον, καὶ ὑγιὴς ἐγένετο.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
