# Epidemiarum 5.18

Hippocrates, Epidemiarum, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/5.18

18. Γυνὴ Ἀντιμάχου, ἐν Λαρίσσῃ, ἐκυΐσκετο ἡμέρας ὡσεὶ πεντήκοντα, καὶ ἠσιτέετο τὸν ἄλλον χρόνον, καὶ ἡμέρας ἑπτὰ τὰς ὑστέρας [καὶ] ὠδυνᾶτο τὴν καρδίην, καὶ πυρετὸς ὑπελάμβανεν. Οὐχ ὑπεκεχωρήκει τοῦ χρόνου τούτου· ταύτῃ ἐδόθη ἐλατήριον κατάποτον ἰσχυρότερον τοῦ δέοντος, καὶ ἀπήμεσε χολὴν ξυγκεκαυμένην ὑπό τε τῆς ἀσιτίης καὶ τοῦ πυρετοῦ (καὶ γὰρ οὐδὲ ποτῷ ἐχρῆτο οὐδενί), ὀλίγην δέ· καὶ ἀπήμεσε βιαίως καὶ θρομβώδεα· κἄπειτα ἠσᾶτο, καὶ ἠφίει αὐτὴν, καὶ ἐδόκεεν ἀσθενέειν, καὶ οὐκ ἤθελε πίνουσα ὕδωρ ἐξεμεῖν. Μετὰ δὲ τοῦτο, ὀδύνη ἴσχει ἰσχυρὴ τὴν κάτω κοιλίην, ἥλκωτο γὰρ ὑπὸ τοῦ φαρμάκου, καὶ ἐχώρεεν αὐτῇ μετὰ τὴν κόπρον αὐτίκα ὕφαιμον ξυσματῶδες· αἰεὶ δὲ πλείων ἐγίνετο καὶ ἡ ἀσθένεια καὶ ἡ ἄση· καὶ τοῦ καθάρματος ἦσαν πέντε κοτύλαι. Ἔστη δὲ ἡ κοιλίη, ὕδατος καταχεομένου πολλοῦ κατὰ τῆς γαστρός· ἄλλο δὲ οὐδὲν ἠδυνήθη προσδέξασθαι· ἔθανε περὶ μέσας νύκτας. Ἐδόκεε δ᾿ ἂν βιῶναι, εἰ ἠδύνατο πίνειν τὸ ὕδωρ, καὶ ἐμεῖν αὐτίκα, πρὶν ὑπιέναι.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
