# Epidemiarum 5.96-106

Hippocrates, Epidemiarum, 5.96 to 5.106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/5.96

96. Τῷ Βίλλῳ πληγέντι ἐς τὸν νῶτον, τὸ πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρεεν· ᾑμοῤῥάγει· τῷ δὲ ἐναίμῳ καταδεθεὶς ἰάθη· καὶ τῷ Δυσλύτᾳ ξυνέβη τωὐτό. 97. Τῷ τῆς Φίλης παιδὶ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐεργέτου, πελιαινομένων τῶν ὀστέων, καὶ πυρεταινόντων, ἀφίσταται τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον οὐ φαίνεται. 98. Ἀρίστιππος ἐς τὴν κοιλίην ἐτοξεύθη ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· καὶ ἐπίμπρατο ταχέως· κάτω δὲ οὐ διεχώρεεν· ἀσώδης ἦν· χολώδεα κατακορέα· καὶ ὅτε ἀπήμεσεν, ἐδόκεε ῥηΐων εἶναι· μετ᾿ ὀλίγον δὲ πάλιν τὰ ἀλγήματα δεινά· καὶ ἡ κοιλίη ὡς ἐν εἰλεοῖσιν· θέρμαι, δίψαι· καὶ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἐτελεύτησεν. 99. Ὁ δὲ Νεάπολις πληγεὶς ὁμοίως ταῦτ᾿ ἔπασχεν· κλυσθέντι δ᾿ ἐν δριμεῖ, κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα. 100. Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντος ὀδύνης σφακελισμὸς τῆς γνάθου, καὶ οὔλων ὑπερσάρκωσις· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἱ γόμφιοι καὶ ἡ σιηγών. 101. Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος, καὶ διὰ τῆς θηλῆς ἔῤῥεεν ἰχὼρ ὕφαιμος· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἔθανεν. 102. Ἐκ κατάῤῥου κατὰ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπόνεον, καὶ κατὰ ῥῖνας ὑγροῦ χωρέοντος, ἐπυρέταινον, ἐπιεικέως ἐν τῇσι πέντε ἡμέρῃσι περιεψύχοντο. 103. Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ τὸ στῆθος ἐγένετο καὶ πλευρόν· ἀποχρέμψιες πυώδεες· φθίσις κατέστη· ἓξ μῆνας οἱ πυρετοί· πάλιν διάῤῥοια· παῦσις πυρετοῦ· κοιλίη ἔστη, καὶ περὶ ἡμέρας ἑπτὰ ἔθανεν. 104. Ἡ κυναγχικὴ χεῖρα δεξιὴν καὶ σκέλος ἤλγησεν· πυρετὸς ἐπεῖχε βληχρός· ὁ δὲ πνιγμὸς τριταίῃ ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος· ῥέγχος, ὀδόντων σύντριψις, γνάθων ἔρευθος· ἔθανε πεμπταίη ἢ ἑκταίη· σημεῖον περὶ χεῖρα ὑποπέλιον. 105. Καὶ ἑτέρη ἐπὶ τοῦ ὑπερῴου ῥεγχώδης· γλῶσσα ξηρὴ, περιπλευμονική· ἔμφρων ἔθανεν. 106. Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἔθανεν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
