Ancient Greek
6.2.2 to 6.2.4
Hippocrates, Epidemiarum 6.2.2-4
Not analysed yet
2. Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι. 3. Πνεύματα, σμικρὰ, πυκνά· μεγάλα, ἀραιά· σμικρὰ, ἀραιά· πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν. 4. Ἰητήριον ξυνεχέων χασμέων, μακρόπνους, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις, βραχύπνους.