# Epidemiarum 6.2.8-19

Hippocrates, Epidemiarum, 6.2.8 to 6.2.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.2.8

8. Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι. 9. Οἱ διαλείποντες μίην, τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα κρίσει, ἐκ τῶν πέντε εἰς τὰς ἑπτά. 10. Ὅσοι τριταιοφυέες, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα, εὐφορωτέρη ὡς ἐπιτοπουλύ. 11. Βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσαι, ἀπὸ πυρετοῦ πυρικαέος, οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χασμῶσι, τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ· τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα πυρετοῖσι γίνεται. 12. Μηδὲν εἰκῆ, μηδὲν ὑπερορῇν. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν, καὶ διαναπαύειν. 13. Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ, ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφέλησεν. 14. Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων, ἐς οἷα, καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ᾿ ἐξ ἥπατος σπληνὶ, καὶ τἀναντία, καὶ ὅσα τοιαῦτα. Ἀντισπᾷν, ἢν μὴ, ᾖ δεῖ, ῥέπῃ· ἢν δὲ ὅπη δεῖ, τουτέοισι δὲ στομοῦν, οἵως ἕκαστα ῥέπει. 15. Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχεχειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο, ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν. 16. Ὅσα πεπαίνεσθαι δεῖ, κατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅτε, καὶ ὅσον δεῖ, οἷον ίδρῶτας καὶ τἄλλα δὴ πάντα. 17. Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι, πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν. 18. Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ Ἡρωΐου, ἰκτερώδεος ἐπιγενομένου.... 19. Ὁ παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως, ἐν Περίνθῳ· τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα· ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον· κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
