Ancient Greek
6.3.13 to 6.3.22
Hippocrates, Epidemiarum 6.3.13-22
Not analysed yet
13. Αἱμοῤῥαγίαι ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν, ἢ τοῖσιν ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, παχῦναι ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥινῶν λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς. 14. Ἐπὴν ἀφροδισιάζειν ἄρξωνται ἢ τραγίζειν αἱμοῤῥαγέουσιν. Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος· οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ᾿ ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας. 15. Αἱ μεταβολαὶ φυλακτέαι· ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον. 16. Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται· ἀνάθρεψις τἀναντία· χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφομένου· τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον· οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι· καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γενέσθαι. 17. Κλεῖς περιφανέες, φλέβες διαφανέες. 18. Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί. 19. Ὅτε ἐχρῆν, ἄδιψον, συνέχειν στόμα, σιγᾷν, ἄνεμον ξὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν. 20. Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ, σημεῖον, οἱ ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες. 21. Τὰ γινόμενα ἕλκεα, καὶ φύματα, κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί. 22. Τὰ στρογγυλλόμενα πτύαλα παρακρουστικὰ, οἷα ἐν Πληνῷ.