# Epidemiarum 6.4.5-22

Hippocrates, Epidemiarum, 6.4.5 to 6.4.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.4.5

5. ᾯ ἐν τῇ κεφαλῇ ἐνέμετο, ᾧ πρῶτον ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι· ἀπέστη ἑξηκοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ τρῶμα ἦν. 6. Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. 7. Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρίως δρῇν ἢ ποτὰ ἢ βρωτὰ ἢ ἃ ἂν ὁρᾷ, μαλακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα βλάπτει, ἢ εὐανάληπτα, οἷον ψυχρὸν, ὅκου τοῦτο δεῖ· εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς, τῷ νοσέοντι, κουρὴ, ὄνυχες, ὀδμαί. 8. Ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχηται τὸν ἠέρα· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθημα ἔχειν. 9. Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται. 10. Ἢν οἷα δεῖ καθαίρωνται, καὶ εὐφόρως φέρουσιν. 11. Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διτέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες. 12. Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία. 13. Ἐνθέρμῳ φύσει, ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν. 14. Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ. 15. Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός. 16. Αἱ ἀσθενέες δίαιται, ψυχραί· αἱ δὲ ἰσχυραὶ, θερμαί. 17. Ὑδάτων ἀτεχνέων, τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν, βρονταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν. 18. Ὕδωρ βορὸν, καὶ ἀγρυπνίη βορόν. Ἐνθέρμῳ φύσει καὶ θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκης ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις. 19. Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι, καὶ ὀξυθυμότεροι. 20. Αὐχμοῦ ἐπὶ γῆς, οἰωνῶν γένος εὐθηνεῖ. 21. Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, δεξιὸς, ἄρσεν, εὐώνυμος, θῆλυ. 22. Ὀφθαλμοὶ, οὕτω καὶ γυῖον· καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ ἐναντία.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
