# Epidemiarum 6.5.2-14

Hippocrates, Epidemiarum, 6.5.2 to 6.5.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.5.2

2. Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται μέχρι θανάτου· ἢν δὲ ἐκπυρωθῇ ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται. 3. Νοῦσοι ξύντροφοι ἐν γήραϊ καὶ διὰ πεπασμὸν λείπουσι, καὶ διὰ λύσιν, καὶ δι᾿ ἀραίωσιν. 4. Ἴησις ἀντίνοον, μὴ ὁμονοεῖν τῷ πάθει· τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει. 5. Ὁκόσα δὲ ἐκ θυμοῦ, ταῦτα· ὀξυθυμίη ἀνασπᾷ καρδίην καὶ πλεύμονα ἐς ἑωυτὰ, καὶ ἐς κεφαλὴν τὰ θερμὰ καὶ τὸ ὑγρόν· ἡ δ᾿ εὐθυμίη ἀφίει καρδίην. Πόνος, τοῖσιν ἄρθροισι καὶ σαρκὶ σῖτος, ὕπνος σπλάγχνοισιν. Ψυχῆς περίπατος, φροντὶς ἀνθρώποισιν. 6. Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθῃτέον ὡς τὸ κενὸν πληρωθῆναι. 7. Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἐλίξας, ἐγχέειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν· ἀπάτη. 8. Γλῶσσα οὖρον σημαίνει· χλωραὶ γλῶσσαι, χολώδεες, τὸ δὲ χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ᾿ αἵματος· μέλαιναι δὲ, ἀπὸ μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος. 9. Οὖρον ὁμόχροον βρώματι καὶ πόματι, καὶ τῶν ἔσωθεν ὅπου τοῦ ὑγροῦ ξύντηξις. 10. Γλῶσσα ὁμόχροος τῇσι προστάσεσι, διὸ ταύτῃ γινώσκομεν τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον. 11. Ἢν τῶν μαζῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος. 12. Ἀνθρώποισιν ὁ ἐν τοῖσιν ὠσὶ ῥύπος, ὁ μὲν γλυκὺς, θανάσιμος, ὁ δὲ πικρὸς, οὔ. 13. Γῆν μεταμείβειν ξύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν. 14. Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
