# Epidemiarum 6.6.6-13

Hippocrates, Epidemiarum, 6.6.6 to 6.6.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.6.6

6. Ὅριον, οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφιεμένης τῆς προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ. 7. Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσιμὲν ἄχροιαι, ἄκρητος τουτέοισιν, ὀλίγα ἀρήγει· οἷσι δὲ ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ μὴ, οὔ. 8. Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου. τἀναντία. 9. Τὰ στρογγυλούμενα πτύαλα, παρακρουστικὰ, οἷον τῷ ἐν Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμπταίῳ. 10. Οὖρον πολλὴν ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν. 11. Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος. 12. Ὦτα, τοῦ θέρεος, ῥήξιες πεμπταίοισιν, ἔστι δ᾿ ὅτε καὶ μακρότερα· τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μάλιστα δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες. 13. Οἷσιν ἐπὶ ὀδόντων ὀδύνης ἀπὸ ὀφρύος λεπτὰ ἔρχεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
