# Epidemiarum 6.7.ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ..1

Hippocrates, Epidemiarum, Book 6, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.7.%CE%A4%CE%9C%CE%97%CE%9C%CE%91%20%CE%95%CE%92%CE%94%CE%9F%CE%9C%CE%9F%CE%9D..1

1. Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ, ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυκνῆς νοτίων καὶ βορείων καὶ χιονωδέων· ἐκ τουτέων τὰ μὲν βραχὖτερα, τὰ δὲ μακρότερα ἐγένετο· καὶ περιπλευμονικὰ συχνὰ μετὰ ταῦτα. Πρὸ ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπὶ τὸ πουλὺ τεσσαρακοσταίους ἀπὸ τῆς ἀρχῆς· καὶ τοῖσι μὲν βραχέα πάνυ καὶ εὔκριτα ἐγίνετο· τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, τοῖσι δὲ κυνάγχαι· τοῖσι δὲ παραπληγικά· τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισιν· περιπλευμονικὰ δὲ πάνυ βραχέα ἐγένετο. Νυκτάλωπες μὲν οὖν οὐδὲν βήξασι τὸ ὕστερον ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο, φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. Κυνάγχαι δὲ καὶ παραπληγικὰ, ἢ σκληρὰ καὶ ξηρὰ, ἢ σμικρὰ καὶ ὀλιγάκις ἀνάγουσαι πέπονα, ἔστι δ᾿ οἷσι καὶ κάρτα. Οἱ μὲν οὖν ἢ φωνῇσι πλέον ταλαιπωρήσαντες, ἢ ῥιγώσαντες, ἐς κυνάγχας μᾶλλον ἐτελεύτων. Οἱ δὲ τῇ χειρὶ πονήσαντες, ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ᾿ ἱππεύσαντες ἢ πλείω ὁδοιπορήσαντες, ἢ ἄλλο τι τοῖσι σκέλεσι ταλαιπωρήσαντες, τουτέοισι δὲ ἐς ὀσφὺν ἢ σκέλεα ἀκρασίαι παραπληγικαί· καὶ ἐς μηροὸς καὶ κνήμας κόπος καὶ πόνος· σκληρόταται δὲ καὶ βιαιόταται, αἱ ἐς τὰ παραπληγικὰ ἄγουσαι. Πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν ἐγένετο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. Πολλοῖσι δὲ τουτέων ἀνῆκαν μὲν αἱ βῆχες ἐν τῷ μέσῳ, ἐξέλιπον δὲ τελέως οὔ· ἀλλὰ συνῆσαν τῇ ὑποστροφῇ. Οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖστοι οὐδὲ ἐπυρέταινον, οἱ δέ τινες, βραχέα· ἀτὰρ οὐδὲ περιπλευμονικὰ ἐγίνετο τουτέων οὐδενὶ, οὐδὲ παραπληγικὰ, οὐδὲ ἄλλο οὐδὲν ἐπεσημάνθη, ἀλλ᾿ ἐν τῇ φωνῇ μούνῃ ἐκρίνετο. Τὰ δὲ νυκταλωπικὰ ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα· ἐγίνετο δὲ νυκταλωπικὰ τοῖσι παιδίοισι μάλιστα· ὀμμάτων δὲ, τὰ μέλανα, ὑποποίκιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὡς ἐπὶ τὸ πουλύ· μεγαλόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ ἰθύτριχες οἱ πλεῖστοι, καὶ μελανότριχες. Γυναῖκες δὲ οὐχ ὁμοίως ἐπόνησαν ὑπὸ τῆς βηχὸς, ἀλλ᾿ ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπλευμονικὸν ἦλθον, καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. ᾘτιώμην τοῦτο, καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι, καὶ ὅτι οὐδ᾿ ἄλλως ὁμοίως ἀνδράσιν ἁλίσκονται. Κυνάγκαι δὲ ἐγίνοντο μὲν καὶ ἐλευθέρῃσι δισσῇσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρόπου, περισσοτέρως δὲ δούλῃσιν, ὅσῃσί τε ἐγίνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. Ἀνδράσι δὲ πολλοῖσιν ἐγίνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἀπώλλυντο. Τὸ δὲ ξύμπαν, οἱ μὲν μὴ δυνάμενοι καταπίνειν μοῦνον, πάνυ εὐήθη καὶ εὔφορα· οἱ δὲ καὶ διαλεγόμενοι πρὸς τούτοισιν ἀσαφέως, καὶ ὀχλωδέστερα καὶ χρονιώτερα· οἷσι δὲ καὶ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα ἐπῄροντο, ὑποπόνηρα· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετο, κάκιστον, οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. Ὡς γὰρ γέγραπται, οὕτως αἱ ξυγκληρίαι τῶν παθημάτων ἦσαν· τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὕστερον γεγραμμένων ἐγίνετο· τὰ δ᾿ ὕστερον, οὐκ ἄνευ τῶν πρότερον· τάχιστα δ᾿ ἔθνησκον, ὅτ᾿ ἐπιῤῥιγώσειαν πυρετώδει ῥίγει. Τούτους οὐδὲ ἀναστάσει πιεζομένους οὐδὲν ἄξιον λόγου ὠφέλει, οὔτε γαστρὸς ταραχὴ, οὔτε φλεβοτομίη, ὅσα ἐπειράθην· ἔταμον δὲ καὶ ὑπὸ γλῶσσαν· οὓς δὲ καὶ ἄνω ἐφαρμάκευσα. Ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ καὶ τὰ ἐπιῤῥηγνύμενα πάμπολλα, πρῶτον μὲν ἐν τοῖσιν αὐχμοῖσιν ὀφθαλμίαι ἐπεδήμησαν ὀδυνώδεες.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
