# Epidemiarum 6.8.17-29

Hippocrates, Epidemiarum, 6.8.17 to 6.8.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippocrates/epidemiarum/6.8.17

17. Τὸ σῶμα ἔργον ἐς τὴν σκέψιν ἄγειν, ὄψις, ἀκοὴ, ῥὶς, ἁφὴ, γλῶσσα, λογισμός. 18. Καταμανθάνειν τὰ ἐν τοῖσι βλεφάροισι τοῖς ἄνω καταλειπόμενα οἰδήματα, τῶν ἄλλων περιισχναινομένων, ὑποστροφαί· ἐν δ᾿ ἄκρῳ ὑπέρυθρα σκληρὰ, καὶ πάνυ τούτοισι, γλίσχρα, καὶ ἀνιστάμενα, καὶ ἐνεχόμενα ἐν τούτοισιν, οἷον Φαρσάλῳ Πολυμήδει. Τὰ καταῤῥηγνύμενα οἰδήματα, ἢ πελιώματα, ἢ ἐπ᾿ ὀφθαλμίῃσιν ἢ ἕλκεσιν, ἄλλα γάρ· τὰ ἐκ τῶν φυμάτων καὶ ἐμπυημάτων καταφερόμενα. 19. Ὅτι σημεῖον ἀμφὶ ἀμητὸν, στρόφοι περὶ τὸν ὀμφαλὸν καὶ ὀδύναι ἔστιν ὅτ᾿ ἀπὸ πράσων, ἀτὰρ καὶ ἀπὸ σκορόδων τούτοισιν ὕστερον. Ἐρυσίπελάς τ᾿ ἐστὶν οἷσιν απὸ τραχήλου, καὶ περὶ ταῦτα ἐν προσώπῳ ἐκρίνετο· τὰ μέλανα, καὶ οἷσι τράχηλοι, κακὰ, καὶ εἰ φλύκταιναι, κακὰ, καὶ οἷσι ταρακτικά. 20. Ὁ μελαγχολικὸς ὁ Ἀδείμαντος ἀπὸ πεπλίων πλειόνων ἤμεσί ποτε μέλανα, ἄλλοτε ἀπὸ κρομμύων. 21. Οἱ πυρετοὶ, ἐν οἷσιν ἐφελκοῦται χείλεα, ἴσως διαλείποντες, καὶ τριταίοισι ψύξιες, οἱ δὲ περικαέες αὐτίκα πρὸς τὴν χεῖρα λυόμενοι αἰεί. 22. Οἷον ἔνεστιν ἐν τοῖσιν ἄρθροισι, σκεπτέον· ἦρα οὐκ ἐμπυοῦνται; 23. Ἔθος δὲ, ἐξ οἵων ὑγιαίνομεν, διαίτῃσι, σκέπῃσι, πόνοισιν, ὕπνοισιν, ἀφροδισίοισι, γνώμῃ. 24. Πρὸς τὰς νούσους, ἀπὸ τίνων τίνα σχήματα, ἐφ᾿ οὓς τόπους ἐτράποντο, ἤρξαντο, παρῆσαν, ἐπαύσαντο. Ἐν οἷσιν ἀκρατὴς φοβερός. Τὰ ἐναντία ἐν τῇ νούσῳ διαιτήματα. Τὸ εὔφορον, τὸ δύσφορον. 25. Αἱ δίαιται, ὅσον γνῶναι, [μὴ] ἐξειδῆσαι, ξυμφοραὶ γὰρ πολλαί. 26. Ἀγαθοῖσι δὲ ἰητροῖσιν, αἱ ὁμοιότητες πλάνας καὶ ἀπορίας, ἀλλὰ τἀναντία, ἡ πρόφασις, οἵη· ὅτι χαλεπόν ἐστιν ἐκλογίσασθαι εἰδότα τὰς ὁδοὺς, οἷον εἰ φοξὸς, εἰ σιμὸς, εἰ ὑπόξυρος, εἰ χολώδης, δυσήμετος, χολώδης μέλας, νέος, εἰκῇ βεβιωκὼς, ἅμα ταῦτα πρὸς ἄλληλα ξυνομολογήσασθαι χαλεπόν. 27. ᾯ τὸ συρίγγιον, ἐπανεῤῥήγνυτο, βηχία ἐκώλυε διαμένειν. 28. ᾯ ὁ λοβὸς τοῦ ἥπατος ἐπεπτύχθη, διέσεισα, ἐξαίφνης ὁ πόνος ἐπαύσατο. 29. Σάτυρος, ἐν Θάσῳ, παρωνύμιον ἐκαλεῖτο γρυπαλώπηξ, περὶ ἔτεα ἐὼν πέντε καὶ εἴκοσιν, ἐξωνείρωσσε πλεονάκις· προῄει δ᾿ αὐτῷ, καὶ δι᾿ ἡμέρης πλεονάκις· γενόμενος δὲ περὶ ἔτεα τριήκοντα, φθινώδης ἐγένετο, καὶ ἀπέθανεν.

---

Hippocrates, Epidemiarum, ed. Émile Littré. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0627.tlg006.local001/.
