Ancient Greek
6.8.8 to 6.8.16
Hippocrates, Epidemiarum 6.8.8-16
Not analysed yet
8. Τὰ ἀπιόντα εἰδέναι, ὅθεν ἤρξατο, ἢ ὅκου ἐπαύσατο, ἢ ὅσον διεσπᾶτο, χρώματά τε, οἷσιν ἢ θερμότατα, ἢ ἁλμυρότατα, ἢ γλυκύτατα, ἢ λεπτότατα, ἢ παχύτατα, ὁμαλῶς ἢ ἀνωμάλως, τὸ σῶμα, τὸν χρόνον· αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων ἔχουσιν. Ἤρξατο ἔρυξιν, οὐκ ἐκράτησεν. Δάκρυα, ἑκόντι, ἀέκοντι, πουλλὰ, ὀλίγα, θερμὰ, ψυχρὰ, πάχος, γεῦσις. Πτύαλον αὐτόθεν ἀναχρεμπτόμενον, ἢ ἀναβήσσοντα, ἔμετος. 9. Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ διὰ οἶα, ἐξ οἵων, ἐς οἷα ἔχει. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. Τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται, καὶ ἐφ᾿ οἷσι, καὶ ὑφ᾿ οἵων. 10. Τἀκ τῆς γνώμης, ξύννοια, αὐτὴ καθ᾿ ἑωυτὴν, χωρὶς τῶν ὀργάνων καὶ τῶν πρηγμάτων, ἄχθεται, καὶ ἥδεται, καὶ φοβεῖται, καὶ θαρσέει, καὶ ἐλπίζει, καὶ ἀδοξέει, οἷον ἡ Ἱπποθόου οἰκουρὸς, τῆς γνώμης αὐτῆς καθ᾿ ἑωυτὴν ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ ἐπιγενομένων. 11. Ἡλικίην μὴν ἡλίκος, καὶ ἡλικίην ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην ἢ νηπίῳ καὶ θερίης, ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, ὀδόντων ἐκβολαὶ, τριχῶν φύσιες, γόνος, τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυσμὸς, κρατυσμὸς, μινύθησις. 12. Τὸ ξυγγενὲς, καὶ τὸ καθ᾿ ἑαυτὸ, ὅσῳ μᾶλλον καὶ ἧσσον. 13. Τοῦ ἔτεος ἡ ὥρη, ἐν ᾗ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον, καὶ εἰ ἡ ὥρη ἐγεγόνει ἔπομβρος ἢ αὐχμηρὴ, ψυχρὴ ἢ θερμὴ, νήνεμος ἢ ἐπάνεμος, καὶ οἵων ἀνέμων, τῆς ὥρης ἐν ἀρχῇ, ἢ μέση, ἢ ἐσχάτη, ἢ διὰ παντὸς, παροιχομένης ἢ παρεούσης. 14. Ὥρη τῆς νούσου, ὁ χρόνος, τὰ ἐπιγινόμενα, αἱ περίοδοι, καὶ τῶν περίοδων αἱ μείζονες, καὶ αἱ διὰ πλείονος, αἱ ἐπιδόσιες, καὶ ἡ τῆς ἄλλης νούσου ἐπίδοσις, ἡ χάλασις, ἡ ἀκμὴ, καὶ τὸ μᾶλλον καὶ τὸ ἧσσον ἀποτελέουσα, καὶ ὅτε, καὶ ὁποίως, καὶ ἐν οἵῃ ὥρῃ καὶ ἡλικίῃ. 15. Τῶν ἐπιδημεουσέων νούσων οἱ τρόποι, καὶ εἴ τις τῶν ἀρχομένων ἄρξαιτο ἀνήμετος, οἷον εἰ πιόντες τι, κατισχόντες ἢ βραχὺ καθαιρόμενοι. 16. Πυρετώδεες ἴσως οἱ ἔκλευκοι, ὧν καὶ χείλεα, οἱος ὁ τρόπος, οἱ χρόνοι.